Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.90.2 | Hdt. 2.91.6 (English) | >>Hdt. 2.92.5 |
2.91.4 ταῦτα μὲν λέγουσι , ποιεῦσι δὲ τάδε Ἑλληνικὰ τῷ Περσέι · ἀγῶνα γυμνικὸν τιθεῖσι διὰ πάσης ἀγωνίης ἔχοντα , παρέχοντες ἄεθλα κτήνεα καὶ χλαίνας καὶ δέρματα .
2.91.5 εἰρομένου δέ μευ ὅ τι σφι μούνοισι ἔωθε ὁ Περσεὺς ἐπιφαίνεσθαι καὶ ὅ τι κεχωρίδαται Αἰγυπτίων τῶν ἄλλων ἀγῶνα γυμνικὸν τιθέντες , ἔφασαν τὸν Περσέα ἐκ τῆς ἑωυτῶν πόλιος γεγονέναι · τὸν γὰρ Δαναὸν καὶ τὸν Λυγκέα ἐόντας Χεμμίτας ἐκπλῶσαι ἐς τὴν Ἑλλάδα , ἀπὸ δὲ τούτων γενεηλογέοντες κατέβαινον ἐς τὸν Περσέα .
2.91.6 ἀπικόμενον δὲ αὐτὸν ἐς Αἴγυπτον κατʼ αἰτίην τὴν καὶ Ἕλληνες λέγουσι , οἴσοντα ἐκ Λιβύης τὴν Γοργοῦς κεφαλήν , ἔφασαν ἐλθεῖν καὶ παρὰ σφέας καὶ ἀναγνῶναι τοὺς συγγενέας πάντας · ἐκμεμαθηκότα δέ μιν ἀπικέσθαι ἐς Αἴγυπτον τὸ τῆς Χέμμιος οὔνομα , πεπυσμένον παρὰ τῆς μητρός . ἀγῶνα δέ οἱ γυμνικὸν αὐτοῦ κελεύσαντος ἐπιτελέειν .
ch. 92
2.92.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.90.2 | Hdt. 2.91.6 (English) | >>Hdt. 2.92.5 |